Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.25 Joseph. AJ 14.31 (English) >>Joseph. AJ 14.36

14.29

Ἐν τούτῳ πέμπει Σκαῦρον εἰς Συρίαν Πομπήιος αὐτὸς ὢν ἐν Ἀρμενίᾳ καὶ πολεμῶν ἔτι Τιγράνῃ. δὲ ἀφικόμενος εἰς Δαμασκὸν Λόλλιον καὶ Μέτελλον νεωστὶ τὴν πόλιν ᾑρηκότας εὑρὼν αὐτὸς εἰς τὴν Ἰουδαίαν ἠπείγετο. 14.30παραγενομένου δὲ πρέσβεις ἧκον πρὸς αὐτὸν παρά τε Ἀριστοβούλου καὶ Ὑρκανοῦ συμμαχεῖν ἀξιούντων ἑκατέροις. ὑπισχνουμένου δὲ Ἀριστοβούλου τετρακόσια δώσειν τάλαντα, τοῦ δὲ Ὑρκανοῦ τούτων οὐκ ἐλάττονα παρέξειν, προσδέχεται τὴν Ἀριστοβούλου ὑπόσχεσιν· 14.31καὶ γὰρ εὔπορος χρημάτων καὶ μεγαλόψυχος ἦν καὶ μετριωτέρων ἠξίου τυγχάνειν, δὲ πένης ἦν καὶ γλίσχρος καὶ περὶ μειζόνων τὴν ἄπιστον προύτεινεν ἐπαγγελίαν. οὐ γὰρ ἴσον ἦν βίᾳ πόλιν ἑλεῖν ἐν ταῖς μάλιστα ὀχυρὰν καὶ δυνατήν, φυγάδας ἐκβαλεῖν μετὰ τοῦ Ναβαταίων πλήθους οὐκ εὖ πρὸς πόλεμον διακειμένων. 14.32τούτῳ τοίνυν προσθέμενος διὰ τὰς προειρημένας αἰτίας λαβὼν τὰ χρήματα λύει τὴν πολιορκίαν, κελεύσας ἀναχωρεῖν τὸν Ἀρέταν πολέμιον αὐτὸν Ῥωμαίων ἀποδειχθήσεσθαι. 14.33καὶ Σκαῦρος μὲν εἰς Δαμασκὸν πάλιν ἀνεχώρησεν, Ἀριστόβουλος δὲ μετὰ πολλῆς δυνάμεως ἐπί τε Ἀρέταν καὶ Ὑρκανὸν ἐστράτευσεν καὶ συμβαλὼν αὐτοῖς περὶ τὸν καλούμενον Παπυρῶνα νικᾷ τῇ μάχῃ καὶ κτείνει περὶ ἑξακισχιλίους τῶν πολεμίων, μεθʼ ὧν ἔπεσεν καὶ Φαλλίων Ἀντιπάτρου ἀδελφός.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.25 Joseph. AJ 14.31 (English) >>Joseph. AJ 14.36

Powered by PhiloLogic